Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοῖς μὲν γὰρ ἤδη, τοῖς δʼ ἐν ὑστέρῳ χρόνῳ
- τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.
- καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ
- καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος
- χρόνος τεκνοῦται νύκτας ἡμέρας τʼ ἰών,
- ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα
- δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου·
- ἵνʼ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς
- ψυχρός ποτʼ αὐτῶν θερμὸν αἷμα πίεται,
- εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.
- ἀλλʼ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητʼ ἔπη,
- ἔα μʼ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον
- πιστὸν φυλάσσων, κοὔποτʼ Οἰδίπουν ἐρεῖς
- ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων
- τῶν ἐνθάδʼ, εἴπερ μὴ θεοὶ ψεύσουσί με.
- ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτʼ ἔπη
- γῇ τῇδʼ ὅδʼ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.
- τίς δῆτʼ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
- τοιοῦδʼ, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος
- κοινή παρʼ ἡμῖν αἰέν ἐστιν ἑστία;