Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δίδασκʼ· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
- πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.
- ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;
- οὐ δῆτʼ, ἐπεὶ πᾶς τοῦτό γʼ Ἑλλήνων θροεῖ.
- τί γὰρ τὸ μεῖζον ἢ κατʼ ἄνθρωπον νοσεῖς;
- οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην
- πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι
- πάλιν κατελθεῖν μήποθʼ, ὡς πατροκτόνῳ.
- πῶς δῆτα σʼ ἂν πεμψαίαθʼ, ὥστʼ οἰκεῖν δίχα;
- τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.
- ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
- ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί.
- καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά;
- ὦ φίλτατʼ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
- θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.
- τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ ὁ παγκρατὴς χρόνος.
- φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,
- θνῄσκει δὲ πίστις, βλαστάνει δʼ ἀπιστία,
- καὶ πνεῦμα ταὐτὸν οὔποτʼ οὔτʼ ἐν ἀνδράσιν
- φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.