Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα
- τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
- τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὦ ξένʼ, οὐ λόγοις
- τιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.
- ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;
- καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι.
- ἄρχει τις αὐτῶν ἢ ʼπὶ τῷ πλήθει λόγος;
- ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται.
- οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;
- Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.
- ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;
- ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;
- ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.
- καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;
- ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν.
- οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ
- γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,
- αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼ
- τοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταις
- λέξω τάδʼ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι