Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.
- ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;
- βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,
- ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.
- ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας
- πρώτων ἐφʼ ὑμῶν τῆσδε γῆς ἔκαμψʼ ἐγώ,
- Φοίβῳ τε κἀμοὶ μὴ γένησθʼ ἀγνώμονες,
- ὅς μοι, τὰ πόλλʼ ἐκεῖνʼ ὅτʼ ἐξέχρη κακά,
- ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,
- ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν
- σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,
- ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,
- κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,
- ἄτην δὲ τοῖς πέμψασιν, οἵ μʼ ἀπήλασαν·
- σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα,
- ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας,
- ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν
- οὐκ ἔσθʼ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν
- ἐξήγαγʼ εἰς τόδʼ ἄλσος· οὐ γὰρ ἄν ποτε
- πρώταισιν ὑμῖν ἀντέκυρσʼ ὁδοιπορῶν,