Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;
Ξένος
  1. τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂν
  2. εἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά.
Οἰδίπους
  1. ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·
  2. ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι.
Ξένος
  1. τί δʼ ἐστὶ τοῦτο;
Οἰδίπους
  1. ξυμφορᾶς ξύνθημʼ ἐμῆς.
Ξένος
  1. ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεως
  2. δίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ.
Οἰδίπους
  1. πρός νυν θεῶν, ὦ ξεῖνε, μή μʼ ἀτιμάσῃς,
  2. τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι.
Ξένος
  1. σήμαινε, κοὐκʼ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ.
Οἰδίπους
  1. τίς ἔσθʼ ὁ χῶρος δῆτʼ, ἐν ᾧ βεβήκαμεν;
Ξένος
  1. ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων·
  2. χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νιν
  3. σεμνὸς Ποσειδῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς
  4. Τιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον,
  5. χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,
  6. ἔρεισμʼ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι
  7. τόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσιν