Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.
- τοῦτʼ αὐτὸ νῦν δίδασχʼ, ὅπως ἂν ἐκμάθω.
- δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας
- σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ
- κέρδη παρʼ αὐτοῦ κρείσσονʼ ἢ μορφὴ καλή.
- ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
- χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.
- ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;
- ὅταν θάνω ʼγὼ καὶ σύ μου ταφεὺς γένῃ
- τὰ λοίσθιʼ αἰτεῖ τοῦ βίου, τὰ δʼ ἐν μέσῳ
- ἢ λῆστιν ἴσχεις ἢ διʼ οὐδενὸς ποεῖ.
- ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.
- ἀλλʼ ἐν βραχεῖ δὴ τήνδε μʼ ἐξαιτεῖ χάριν.
- ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.
- πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;—
- κεῖνοι κομίζειν κεῖσʼ ἄναξ, χρῄζουσί με.
- ἀλλʼ εἰ θέλοντά γʼ οὐδὲ σοὶ φεύγειν καλόν.
- ἀλλʼ οὐδʼ, ὅτʼ αὐτὸς ἤθελον, παρίεσαν.
- ὦ μῶρε, θυμὸς δʼ ἐν κακοῖς οὐ ξύμφορον.
- ὅταν μάθῃς μου, νουθέτει, τανῦν δʼ ἔα.