Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι.
  2. σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα
  3. δηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσας
  4. θέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίνα
  5. πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων,
  6. αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.
  7. δίδασκε· δεινὴν γάρ τινʼ ἂν πρᾶξιν τύχοις
  8. λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,
  9. ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,
  10. ὥσπερ σύ, χὢς εἷς πλεῖστʼ ἀνὴρ ἐπὶ ξένης
  11. ἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ·
  12. ὥστε ξένον γʼ ἂν οὐδένʼ ὄνθʼ, ὥσπερ σὺ νῦν,
  13. ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ
  14. ἔξοιδʼ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον
  15. οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.
Οἰδίπους
  1. Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
  2. παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι.
  3. σὺ γάρ μʼ ὅς εἰμι κἀφʼ ὅτου πατρὸς γεγὼς
  4. καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·
  5. ὥστʼ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν