Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἐδεξάμην
- δῶρον, ὃ μήποτʼ ἐγὼ ταλακάρδιος
- ἐπωφέλησας πόλεος ἐξελέσθαι.
- δύστανε, τί γάρ; ἔθου φόνον
- τί τοῦτο; τί δʼ ἐθέλεις μαθεῖν;
- πατρός;
- παπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον,
- ἔκανες
- ἔκανον. ἔχει δέ μοι
- τί τοῦτο;
- πρὸς δίκας τι.
- τί γάρ;
- ἐγὼ φράσω.
- καὶ γὰρ ἄν, οὓς ἐφόνευσʼ, ἔμʼ ἀπώλεσαν·
- νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδʼ ἦλθον.
- καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνος
- Θησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα.
- πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ
- τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
- ἔγνωκά σʼ, ὦ παῖ Λαΐου, τανῦν θʼ ὁδοῖς