Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλʼ ἐς τί;
Οἰδίπους
  1. κακᾷ μʼ εὐνᾷ πόλις οὐδὲν ἴδριν
  2. γάμων ἐνέδησεν ἄτᾳ.
Χορός
  1. ἦ ματρόθεν, ὡς ἀκούω,
  2. δυσώνυμα λέκτρʼ ἐπλήσω;
Οἰδίπους
  1. ὤμοι θάνατος μὲν τάδʼ ἀκούειν,
  2. ὦ ξεῖνʼ· αὗται δὲ δύʼ ἐξ ἐμοῦ μὲν
Χορός
  1. πῶς φῄς;
Οἰδίπους
  1. παῖδε, δύο δʼ ἄτα
Χορός
  1. ὦ Ζεῦ.
Οἰδίπους
  1. ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.
Χορός
  1. σαί τʼ εἴσʼ ἄρʼ ἀπόγονοί τε καὶ
Οἰδίπους
  1. κοιναί γε πατρὸς ἀδελφεαί.
Χορός
  1. ἰώ.
Οἰδίπους
  1. ἰὼ δῆτα μυρίων γʼ ἐπιστροφαὶ κακῶν.
Χορός
  1. ἔπαθες
Οἰδίπους
  1. ἔπαθον ἄλαστʼ ἔχειν.
Χορός
  1. ἔρεξας
Οἰδίπους
  1. οὐκ ἔρεξα.
Χορός
  1. τί γάρ;