Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.
- χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε
- φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ
- οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
- δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν·
- ὅμως δʼ ἔραμαι πυθέσθαι
- τί τοῦτο;
- τᾶς δειλαίας ἀπόρου φανείσας
- ἀλγηδόνος, ᾇ ξυνέστας.
- μὴ πρὸς ξενίας ἀνοίξῃς
- τᾶς σᾶς ἃ πέπονθʼ ἀναιδῆ.
- τό τοι πολὺ καὶ μηδαμὰ λῆγον
- χρῄζω, ξεῖνʼ, ὀρθὸν ἄκουσμʼ ἀκοῦσαι.
- ὤμοι.
- στέρξον, ἱκετεύω.
- φεῦ φεῦ.
- πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.
- ἤνεγκʼ οὖν κακότατʼ, ὦ ξένοι, ἤνεγκʼ ἀέκων μέν,
- θεὸς ἴστω,
- τούτων δʼ αὐθαίρετον οὐδέν.