Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
- στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
- αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
- ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·
- ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι
- δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·
- ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι.
- ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
- ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
- ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν
- τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν·
- σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.
- ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν
- ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
- ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με
- μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
- ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.
- ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα
- χρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
- τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ του