Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς
  2. τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
Οἰδίπους
  1. τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.
Χορός
  1. πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς
  2. κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών.
Οἰδίπους
  1. ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;
Χορός
  1. κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
  2. ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
Οἰδίπους
  1. θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
Χορός
  1. οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.
Οἰδίπους
  1. εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;
Χορός
  1. χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
Οἰδίπους
  1. ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
Χορός
  1. τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.
Οἰδίπους
  1. τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.
Χορός
  1. ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
Οἰδίπους
  1. ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
Χορός
  1. τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
  2. τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.
Οἰδίπους
  1. τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.