Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.
Ἀντιγόνη
  1. χρόνου μὲν οὕνεκʼ οὐ μαθεῖν με δεῖ τόδε.
Οἰδίπους
  1. ἔχεις διδάξαι δή μʼ ὅποι καθέσταμεν;
Ἀντιγόνη
  1. τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.
Οἰδίπους
  1. πᾶς γάρ τις ηὔδα τοῦτό γʼ ἡμὶν ἐμπόρων.
Ἀντιγόνη
  1. ἀλλʼ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;
Οἰδίπους
  1. ναί, τέκνον, εἴπερ ἐστί γʼ ἐξοικήσιμος.
Ἀντιγόνη
  1. ἀλλʼ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν
  2. οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.
Οἰδίπους
  1. ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον;
Ἀντιγόνη
  1. καὶ δὴ μὲν οὖν παρόντα· χὤ τί σοι λέγειν
  2. εὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε.
Οἰδίπους
  1. ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ
  2. αὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιος
  3. σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—
Ξένος
  1. πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδρας
  2. ἔξελθʼ· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.
Οἰδίπους
  1. τίς δʼ ἔσθʼ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;
Ξένος
  1. ἄθικτος οὐδʼ οἰκητός· αἱ γὰρ ἔμφοβοι
  2. θεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.