Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὦ σπέρμʼ ὅμαιμον.
- ὦ δυσάθλιαι τροφαί.
- ἦ τῆσδε κἀμοῦ;
- δυσμόρου τʼ ἐμοῦ τρίτης.
- τέκνον, τί δʼ ἦλθες;
- σῇ, πάτερ, προμηθίᾳ.
- πότερα πόθοισι;
- καὶ λόγων γʼ αὐτάγγελος,
- ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.
- οἱ δʼ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν;
- εἴσʼ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν.
- ὦ πάντʼ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις
- φύσιν κατεικασθέντε καὶ βίου τροφάς·
- ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας
- θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι
- τἄξω βίου τροφεῖα πορσύνουσʼ ἀεί.
- σφῷν δʼ, ὦ τέκνʼ, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,
- κατʼ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,
- σφὼ δʼ ἀντʼ ἐκείνων τἀμὰ δυστήνου κακὰ
- ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας