Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
- τί φῶ;
- ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;
- καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.
- τάλαινα.
- οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτων
- σαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτι
- μόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα.
- πῶς εἶπας, ὦ παῖ;
- παῖδα σήν, ἐμὴν δʼ ὁρᾶν
- ὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν.
- ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
- ἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλις
- εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.
- ὦ τέκνον, ἥκεις;
- ὦ πάτερ δύσμοιρʼ ὁρᾶν.
- τέκνον, πέφηνας;
- οὐκ ἄνευ μόχθου γέ μοι.
- πρόσψαυσον, ὦ παῖ.
- θιγγάνω δυοῖν ὁμοῦ.