Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,
- ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένη
- γερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίαν
- ὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη,
- πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασιν
- μοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆς
- οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.
- σὺ δʼ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ
- μαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,
- ἃ τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μου
- πιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην·
- νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ
- φέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;
- ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς
- ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι.
- ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,
- ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,
- παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι
- πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.
- ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ