Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.
- καὶ ποῦ ʼσθʼ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;
- πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,
- ὃς κἀμὲ δεῦρʼ ἔπεμψεν, οἴχεται στελῶν.
- ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τινʼ ἐντροπὴν
- ἢ φροντίδʼ, ἕξειν, αὐτὸν ὥστʼ ἐλθεῖν πέλας;
- καὶ κάρθʼ, ὅταν περ τοὔνομʼ αἴσθηται τὸ σόν.
- τίς δʼ ἔσθʼ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;
- μακρὰ κέλευθος· πολλὰ δʼ ἐμπόρων ἔπη
- φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,
- θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν
- ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
- εὕδει, κλύων σοῦ δεῦρʼ ἀφίξεται ταχύς.
- ἀλλʼ εὐτυχὴς ἵκοιτο τῇ θʼ αὑτοῦ πόλει
- ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;
- ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;
- τί δʼ ἔστι, τέκνον Ἀντιγόνη;
- γυναῖχʼ ὁρῶ
- στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
- πώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστεγὴς