Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,
- ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,
- καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
- μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ
- βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,
- βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του
- μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.
- ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
- ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,
- ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
- ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα
- τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,
- ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων
- ὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ ὁ κύριος
- παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
- τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲ
- μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
- ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα
- πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
- οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς