Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·
- τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
- φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
- τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς
- μάτην ῥεούσης ὠφέλημα γίγνεται,
- εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας
- εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
- σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
- κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων
- ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε,
- ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε
- σῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μου
- πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα,
- εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
- ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶς
- ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,
- ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν
- ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;
- νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,
- ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.