Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μή τι πέρα χρέος
- ἐμᾷ πόλει προσάψῃς.
- ὦ ξένοι
- αἰδόφρονες, ἀλλʼ ἐπεὶ
- γεραὸν πατέρα τόνδʼ ἐμὸν
- οὐκ ἀνέτλατʼ, ἔργων
- ἀκόντων ἀΐοντες αὐδάν,
- ἀλλʼ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθʼ, ἃ
- πατρὸς ὑπὲρ τοὐμοῦ μόνου
- ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα
- ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφʼ αἵματος
- ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον
- αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ
- κείμεθα τλάμονες. ἀλλʼ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν·
- πρός σʼ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,
- ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·
- οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,
- εἰ θεὸς ἄγοι,
- ἐκφυγεῖν δύναιτο.
- ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου