Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.
- Λαΐου ἴστε τινʼ;
- ὢ ἰοὺ ἰού.
- τό τε Λαβδακιδᾶν γένος;
- ὦ Ζεῦ.
- ἄθλιον Οἰδιπόδαν;
- σὺ γὰρ ὅδʼ εἶ;
- δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ.
- ἰὼ ὢ ὤ.
- δύσμορος.
- ὢ ὤ.
- θύγατερ, τί ποτʼ αὐτίκα κύρσει;
- ἔξω πόρσω βαίνετε χώρας.
- ἃ δʼ ὑπέσχεο ποῖ καταθήσεις,
- οὐδενὶ μοιριδία τίσις ἔρχεται
- ἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δʼ ἀπά-
- ταις ἑτέραις ἑτέρα παραβαλλομέ-
- να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-
- χειν. σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοπος
- αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,