Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τοτὲ μὲν ἄπορα, τοτὲ δʼ ὕπερθεν.
Χορός
  1. μέγʼ ἄρα πέλαγος ἐλάχετόν τι.
Ἀντιγόνη
  1. ναὶ ναί.
Χορός
  1. ξύμφημι καὐτός.
Ἀντιγόνη
  1. αἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ;
  2. ἐλπίδων γὰρ ἐς τίνʼ ἔτι με
  3. δαίμων τανῦν γʼ ἐλαύνει;
Θησεύς
  1. παύετε θρήνων, παῖδες· ἐν οἷς γὰρ
  2. χάρις ἡ χθονία ξύνʼ ἀπόκειται,
  3. πενθεῖν οὐ χρή· νέμεσις γάρ.
Ἀντιγόνη
  1. ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.
Θησεύς
  1. τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;
Ἀντιγόνη
  1. τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.
Θησεύς
  1. ἀλλʼ οὐ θεμιτόν.
Ἀντιγόνη
  1. πῶς εἶπας, ἄναξ, κοίρανʼ Ἀθηνῶν;
Θησεύς
  1. ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος
  2. μήτε πελάζειν ἐς τούσδε τόπους
  3. μήτʼ ἐπιφωνεῖν μηδένα θνητῶν
  4. θήκην ἱεράν, ἣν κεῖνος ἔχει.
  5. καὶ ταῦτά μʼ ἔφη πράσσοντα καλῶς