Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τί τόδε ἐπέπληξας;
Ἰσμήνη
  1. καὶ τόδʼ, ὡς
Ἀντιγόνη
  1. τί τόδε μάλʼ αὖθις;
Ἰσμήνη
  1. ἄταφος ἔπιτνε δίχα τε παντός.
Ἀντιγόνη
  1. ἄγε με, καὶ τότʼ ἐπενάριξον.
Ἰσμήνη
  1. αἰαῖ, δυστάλαινα, ποῦ δῆτʼ
  2. αὖθις ὧδʼ ἔρημος ἄπορος
  3. αἰῶνα τλάμονʼ ἕξω;
Χορός
  1. φίλαι, τρέσητε μηδέν.
Ἀντιγόνη
  1. ἀλλὰ ποῖ φύγω;
Χορός
  1. καὶ πάρος ἀπέφυγε
Ἀντιγόνη
  1. τί;
Χορός
  1. τὰ σφῷν τὸ μὴ πίτνειν κακῶς.
Ἀντιγόνη
  1. φρονῶ.
Χορός
  1. τί δῆθʼ ὅπερ νοεῖς;
Ἀντιγόνη
  1. ὅπως μολούμεθʼ ἐς δόμους,
  2. οὐκ ἔχω.
Χορός
  1. μηδέ γε μάτευε.
Ἀντιγόνη
  1. μόγος ἔχει.
Χορός
  1. καὶ πάρος ἐπεῖχε.