Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- χώραν ἕξειν αἰὲν ἄλυπον.
- ταῦτʼ οὖν ἔκλυεν δαίμων ἡμῶν
- χὠ πάντʼ ἀΐων Διὸς Ὅρκος.
- ἀλλʼ εἰ τάδʼ ἔχει κατὰ νοῦν κείνῳ,
- ταῦτʼ ἂν ἀπαρκοῖ· Θήβας δʼ ἡμᾶς
- τὰς ὠγυγίους πέμψον, ἐάν πως
- διακωλύσωμεν ἰόντα φόνον
- τοῖσιν ὁμαίμοις.
- δράσω καὶ τάδε καὶ πάνθʼ ὁπόσʼ ἂν
- μέλλω πράσσειν πρόσφορά θʼ ὑμῖν
- καὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει,
- πρὸς χάριν· οὐ δεῖ μʼ ἀποκάμνειν.
- ἀλλʼ ἀποπαύετε μηδʼ ἐπὶ πλείω
- θρῆνον ἐγείρετε·
- πάντως γὰρ ἔχει τάδε κῦρος.