Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πῶς με χρὴ τὸ σὸν τάλαιναν
  2. ἀφανίσαι τοσόνδʼ ἄχος.
  3. ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλʼ
  4. ἔρημος ἔθανες ὧδέ μοι.
Ἰσμήνη
  1. ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδʼ
  2. ---
  3. ---
  4. ἐπαμμένει σέ τʼ, ὦ φίλα, τὰς πατρὸς ὧδʼ ἐρήμας;
Χορός
  1. ἀλλʼ ἐπεὶ ὀλβίως γʼ ἔλυσεν
  2. τὸ τέλος, ὦ φίλαι, βίου,
  3. λήγετε τοῦδʼ ἄχους· κακῶν γὰρ δυσάλωτος οὐδείς.
Ἀντιγόνη
  1. πάλιν, φίλα, συθῶμεν.
Ἰσμήνη
  1. ὡς τί ῥέξομεν;
Ἀντιγόνη
  1. ἵμερος ἔχει με.
Ἰσμήνη
  1. τίς;
Ἀντιγόνη
  1. τὰν χθόνιον ἑστίαν ἰδεῖν
Ἰσμήνη
  1. τίνος;
Ἀντιγόνη
  1. πατρός, τάλαινʼ ἐγώ.
Ἰσμήνη
  1. θέμις δὲ πῶς τάδʼ ἐστί; μῶν
  2. οὐχ ὁρᾷς;