Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τάλαιναν, ὡς ἔμοιγʼ ὁ μέλλων βίος οὐ βιωτός.
- ὦ διδύμα τέκνων ἀρίστα,
- τὸ φέρον ἐκ θεοῦ φέρειν,
- μηδὲν ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτʼ ἔβητον.
- πόθος τοὶ καὶ κακῶν ἄρʼ ἦν τις.
- καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον,
- ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
- ὦ πάτερ, ὦ φίλος,
- ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος·
- οὐδέ γʼ ἔνερθʼ ἀφίλητος ἐμοί ποτε
- καὶ τᾷδε μὴ κυρήσῃς.
- ἔπραξεν;
- ἔπραξεν οἷον ἤθελεν.
- τὸ ποῖον;
- ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
- ἔθανε· κοίταν δʼ ἔχει
- νέρθεν εὐσκίαστον αἰέν,
- οὐδὲ πένθος ἔλιπʼ ἄκλαυτον.
- ἀνὰ γὰρ ὄμμα σε τόδʼ, ὦ πάτερ, ἐμὸν
- στένει δακρῦον, οὐδʼ ἔχω