Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
  2. ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
  3. ᾧτινι τὸν πολὺν
  4. ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
  5. ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομεν
  6. ἰδόντε καὶ παθόντε.
Χορός
  1. τί δʼ ἔστιν;
Ἀντιγόνη
  1. ἔστιν μὲν εἰκάσαι, φίλοι.
Χορός
  1. βέβηκεν;
Ἀντιγόνη
  1. ὡς μάλιστʼ ἂν ἐν πόθῳ λάβοις.
  2. τί γάρ, ὅτῳ μήτʼ Ἄρης
  3. μήτε πόντος ἀντέκυρσεν,
  4. ἄσκοποι δὲ πλάκες ἔμαρψαν
  5. ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.
  6. τάλαινα· νῶν δʼ ὀλεθρία
  7. νὺξ ἐπʼ ὄμμασιν βέβακε.
  8. πῶς γὰρ ἤ τινʼ ἀπίαν
  9. γᾶν ἢ πόντιον κλύδωνʼ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;
Ἰσμήνη
  1. οὐ κάτοιδα. κατά με φόνιος
  2. Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ