Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τί γάρ, ὅτῳ μήτʼ Ἄρης
  2. μήτε πόντος ἀντέκυρσεν,
  3. ἄσκοποι δὲ πλάκες ἔμαρψαν
  4. ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.
  5. τάλαινα· νῶν δʼ ὀλεθρία
  6. νὺξ ἐπʼ ὄμμασιν βέβακε.
  7. πῶς γὰρ ἤ τινʼ ἀπίαν
  8. γᾶν ἢ πόντιον κλύδωνʼ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;
Ἰσμήνη
  1. οὐ κάτοιδα. κατά με φόνιος
  2. Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ
  3. τάλαιναν, ὡς ἔμοιγʼ ὁ μέλλων βίος οὐ βιωτός.
Χορός
  1. ὦ διδύμα τέκνων ἀρίστα,
  2. τὸ φέρον ἐκ θεοῦ φέρειν,
  3. μηδὲν ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτʼ ἔβητον.
Ἀντιγόνη
  1. πόθος τοὶ καὶ κακῶν ἄρʼ ἦν τις.