Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.
- ποῦ δʼ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;
- αἵδʼ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες
- φθόγγοι σφε σημαίνουσι δεῦρʼ ὁρμωμένας.
- αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ
- οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
- ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
- ᾧτινι τὸν πολὺν
- ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
- ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομεν
- ἰδόντε καὶ παθόντε.
- τί δʼ ἔστιν;
- ἔστιν μὲν εἰκάσαι, φίλοι.
- βέβηκεν;
- ὡς μάλιστʼ ἂν ἐν πόθῳ λάβοις.