Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον,
  2. ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
  3. ὦ πάτερ, ὦ φίλος,
  4. ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος·
  5. οὐδέ γʼ ἔνερθʼ ἀφίλητος ἐμοί ποτε
  6. καὶ τᾷδε μὴ κυρήσῃς.
Χορός
  1. ἔπραξεν;
Ἀντιγόνη
  1. ἔπραξεν οἷον ἤθελεν.
Χορός
  1. τὸ ποῖον;
Ἀντιγόνη
  1. ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
  2. ἔθανε· κοίταν δʼ ἔχει
  3. νέρθεν εὐσκίαστον αἰέν,
  4. οὐδὲ πένθος ἔλιπʼ ἄκλαυτον.
  5. ἀνὰ γὰρ ὄμμα σε τόδʼ, ὦ πάτερ, ἐμὸν
  6. στένει δακρῦον, οὐδʼ ἔχω