Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- χεῖρʼ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος
- φόβου φανέντος οὐδʼ ἀνασχετοῦ βλέπειν.
- ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ
- ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθʼ ἅμα
- καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.
- μόρῳ δʼ ὁποίῳ κεῖνος ὤλετʼ, οὐδʼ ἂν εἷς
- θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.
- οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ
- κεραυνὸς ἐξέπραξεν οὔτε ποντία
- θύελλα κινηθεῖσα τῷ τότʼ ἐν χρόνῳ,
- ἀλλʼ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων
- εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον.
- ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις
- ἀλγεινὸς ἐξεπέμπετʼ, ἀλλʼ εἴ τις βροτῶν
- θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,
- οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.
- ποῦ δʼ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;
- αἵδʼ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες
- φθόγγοι σφε σημαίνουσι δεῦρʼ ὁρμωμένας.
- αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ