Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. χεῖρʼ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος
  2. φόβου φανέντος οὐδʼ ἀνασχετοῦ βλέπειν.
  3. ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ
  4. ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθʼ ἅμα
  5. καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.
  6. μόρῳ δʼ ὁποίῳ κεῖνος ὤλετʼ, οὐδʼ ἂν εἷς
  7. θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.
  8. οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ
  9. κεραυνὸς ἐξέπραξεν οὔτε ποντία
  10. θύελλα κινηθεῖσα τῷ τότʼ ἐν χρόνῳ,
  11. ἀλλʼ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων
  12. εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον.
  13. ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις
  14. ἀλγεινὸς ἐξεπέμπετʼ, ἀλλʼ εἴ τις βροτῶν
  15. θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,