Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- λόγον εἴ τινʼ οἴσεις
- πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,
- ἵνα πᾶσι νόμος,
- φώνει· πρόσθεν δʼ ἀπερύκου.
- θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;
- ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν,
- εἴκοντας ἃ δεῖ κἀκούοντας.
- πρόσθιγέ νύν μου.
- ψαύω καὶ δή.
- ὦ ξένε, μὴ δῆτʼ ἀδικηθῶ σοὶ
- πιστεύσας καὶ μεταναστάς.
- οὔ τοι μήποτέ σʼ ἐκ τῶνδʼ ἑδράνων,
- ὦ γέρον, ἄκοντά τις ἄξει.
- ἔτʼ οὖν;
- ἔτι βαῖνε πόρσω.
- ἔτι;
- προβίβαζε, κούρα,
- πόρσω· σὺ γὰρ ἀΐεις.
- ---
- ---