Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ---
  2. ἕπεο μάν, ἕπεʼ ὧδʼ ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σʼ ἄγω.
Οἰδίπους
  1. ---
Χορός
  1. τόλμα ξεῖνος ἐπὶ ξένης,
  2. ὦ τλάμων, ὅ τι καὶ πόλις
  3. τέτροφεν ἄφιλον ἀποστυγεῖν
  4. καὶ τὸ φίλον σέβεσθαι.
Οἰδίπους
  1. ἄγε νυν σύ με, παῖ,
  2. ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες
  3. τὸ μὲν εἴποιμεν, τὸ δʼ ἀκούσαιμεν,
  4. καὶ μὴ χρείᾳ πολεμῶμεν.
Χορός
  1. αὐτοῦ· μηκέτι τοῦδʼ αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς.
Οἰδίπους
  1. οὕτως;
Χορός
  1. ἅλις, ὡς ἀκούεις.
Οἰδίπους
  1. ἦ ἑσθῶ;
Χορός
  1. λέχριός γʼ ἐπʼ ἄκρου
  2. λᾶος βραχὺς ὀκλάσας.
Ἀντιγόνη
  1. πάτερ, ἐμὸν τόδʼ· ἐν ἁσυχαίᾳ
Οἰδίπους
  1. ἰώ μοί μοι.
Ἀντιγόνη
  1. βάσει βάσιν ἅρμοσαι,