Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς;
Οἰδίπους
  1. οὐ πάνυ μοίρας εὐδαιμονίσαι
  2. πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας.
  3. δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις
  4. ὄμμασιν εἷρπον
  5. κἀπὶ σμικροῖς μέγας ὥρμουν.
Χορός
  1. ἐή, ἀλαῶν ὀμμάτων
  2. ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων
  3. μακραίων γʼ, ὅσʼ ἐπεικάσαι.
  4. ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοὶ
  5. προσθήσει τάσδʼ ἀράς.
  6. περᾷς γάρ, περᾷς· ἀλλʼ ἵνα τῷδʼ ἐν ἀ-
  7. φθέγκτῳ μὴ προπέσῃς νάπει
  8. ποιάεντι, κάθυδρος οὗ
  9. κρατὴρ μειλιχίων ποτῶν
  10. ῥεύματι συντρέχει,
  11. τόν, ξένε πάμμορʼ, εὖ φύλαξαι;
  12. μετάσταθʼ ἀπόβαθι. πολ-
  13. λὰ κέλευθος ἐρατύει·
  14. κλύεις, ὦ πολύμοχθʼ ἀλᾶτα;