Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα,
  2. δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,
  3. ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον
  4. μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν
  5. μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί.
  6. ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα
  7. κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.
  8. ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους
  9. ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·
  10. ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ
  11. χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμις
  12. λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,
  13. ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα· πλὴν ὁ κύριος
  14. Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.
  15. τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν
  16. ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις
  17. στένοντες ὡμαρτοῦμεν. ὡς δʼ ἀπήλθομεν,
  18. χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν
  19. τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι,
  20. ἄνακτα δʼ αὐτὸν ὀμμάτων ἐπίσκιον