Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα
- κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.
- ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους
- ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·
- ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ
- χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμις
- λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,
- ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα· πλὴν ὁ κύριος
- Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.
- τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν
- ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις
- στένοντες ὡμαρτοῦμεν. ὡς δʼ ἀπήλθομεν,
- χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν
- τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι,
- ἄνακτα δʼ αὐτὸν ὀμμάτων ἐπίσκιον