Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος
  2. γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,
  3. ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς
  4. θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
  5. στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,
  6. καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·
  7. ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν
  8. χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.
  9. ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,
  10. αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.
  11. κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα,
  12. δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,
  13. ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον
  14. μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν
  15. μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί.