Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα,
- οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.
- ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι
- τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·
- σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνον
- τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.
- τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον
- ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι
- τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.
- τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοι
- λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος
- γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,
- ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς
- θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
- στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,
- καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·
- ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν
- χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.
- ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,
- αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.