Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι
- ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα
- πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν
- στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
- ὁ δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,
- πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα,
- οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.
- ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι
- τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·
- σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνον
- τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.
- τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον
- ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι
- τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.
- τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοι