Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,
- ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,
- κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως
- Περίθου τε κεῖται πίστʼ ἀεὶ ξυνθήματα.
- ἀφʼ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου
- κοίλης τʼ ἀχέρδου κἀπὸ λαΐνου τάφου,
- καθέζετʼ· εἶτʼ ἔλυσε δυσπινεῖς στολάς.
- κἄπειτʼ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν
- ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν·
- τὼ δʼ εὐχλόου Δήμητρος εἰς προσόψιον
- πάγον μολοῦσαι τάσδʼ ἐπιστολὰς πατρὶ
- ταχεῖ ʼπόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νιν
- ἐσθῆτί τʼ ἐξήσκησαν ᾗ νομίζεται.
- ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν
- κοὐκ ἦν ἔτʼ οὐδὲν ἀργὸν ὧν ἐφίετο,
- κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι
- ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα
- πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν
- στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
- ὁ δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,