Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀδάματον φύλακα παρʼ Ἁίδᾳ
- λόγος αἰὲν ἔχει·
- τόν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου,
- κατεύχομαι ἐν καθαρῷ βῆναι
- ὁρμωμένῳ νερτέρας
- τῷ ξένῳ νεκρῶν πλάκας·
- σέ τοι κικλήσκω τὸν αἰένυπνον.
- ἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂν
- τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα·
- ἃ δʼ ἦν τὰ πραχθέντʼ, οὔθʼ ὁ μῦθος ἐν βραχεῖ
- φράσαι πάρεστιν οὔτε τἄργʼ ὅσʼ ἦν ἐκεῖ.
- ὄλωλε γὰρ δύστηνος;
- ὡς λελοιπότα
- κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο.
- πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ;
- ταῦτʼ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.
- ὡς μὲν γὰρ ἐνθένδʼ εἷρπε, καὶ σύ που παρὼν
- ἔξοισθʼ, ὑφηγητῆρος οὐδενὸς φίλων,
- ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος.
- ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν