Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον
  2. κρύψων παρʼ Ἅιδην. ἀλλά, φίλτατε ξένων,
  3. αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ
  4. εὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ
  5. μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.
Χορός
  1. εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν
  2. καὶ σὲ λιταῖς σεβίζειν,
  3. ἐννυχίων ἄναξ,
  4. Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαι
  5. ἄπονα μήτʼ ἐπὶ βαρυαχεῖ
  6. ξένον ἐξανύσαι
  7. μόρῳ τὰν παγκευθῆ κάτω
  8. νεκρῶν πλάκα καὶ Στύγιον δόμον.
  9. πολλῶν γὰρ ἂν καὶ μάταν
  10. πημάτων ἱκνουμένων
  11. πάλιν σφε δαίμων δίκαιος αὔξοι.
Χορός
  1. ὦ χθόνιαι θεαὶ σῶμά τʼ ἀνικάτου
  2. θηρός, ὃν ἐν πύλαισι
  3. ταῖσι πολυξένοις
  4. εὐνᾶσθαι κνυζεῖσθαί τʼ ἐξ ἄντρων