Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τί δʼ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;
Οἰδίπους
  1. ἀνθʼ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
  2. δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.
Χορός
  1. ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθʼ, εἴτʼ ἄκρα,
  2. περὶ γύαλʼ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνεις
  3. βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.
  4. ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖ
  5. δικαίαν χάριν παρασχεῖν παθών.
  6. σπεῦσον ἄϊσσʼ, ὦναξ.
Θησεύς
  1. τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος,
  2. σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
  3. μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία
  4. χάλαζʼ ἐπιρράξασα; πάντα γὰρ θεοῦ
  5. τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
Οἰδίπους
  1. ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν
  2. τύχην τις ἐσθλὴν τῆσδʼ ἔθηκε τῆς ὁδοῦ.
Θησεύς
  1. τί δʼ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;
Οἰδίπους
  1. ῥοπὴ βίου μοι· καί σʼ ἅπερ ξυνῄνεσα
  2. θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.
Θησεύς
  1. τῷ δʼ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ;