Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθʼ ὡς τάχος.
Χορός
  1. μέγας, ἴδε, μάλʼ ὅδʼ ἐρείπεται
  2. κτύπος ἄφατος διόβολος· ἐς δʼ ἄκραν
  3. δεῖμʼ ὑπῆλθε κρατὸς φόβαν.
  4. ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.
  5. τί μὰν ἀφήσει τέλος; δέδοικα δʼ· οὐ γὰρ ἅλιον
  6. ἀφορμᾷ ποτʼ, οὐκ ἄνευ ξυμφορᾶς.
  7. ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.
Οἰδίπους
  1. ὦ παῖδες, ἥκει τῷδʼ ἐπʼ ἀνδρὶ θέσφατος
  2. βίου τελευτὴ κοὐκέτʼ ἔστʼ ἀποστροφή.
Ἀντιγόνη
  1. πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;
Οἰδίπους
  1. καλῶς κάτοιδʼ· ἀλλʼ ὡς τάχιστά μοι μολὼν
  2. ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
Χορός
  1. ἔα ἔα, ἰδοὺ μάλʼ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.
  2. ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ
  3. ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.
  4. ἐναισίου δὲ σοῦ τύχοιμι, μηδʼ ἄλαστον ἄνδρʼ ἰδὼν
  5. ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ.
Οἰδίπους
  1. ἆρʼ ἐγγὺς ἁνήρ; ἆρʼ ἔτʼ ἐμψύχου, τέκνα,
  2. κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;