Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,
  2. ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων.
Θησεύς
  1. πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;
Οἰδίπους
  1. αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε
  2. στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.
Θησεύς
  1. πείθεις με· πολλὰ γάρ σε θεσπίζονθʼ ὁρῶ
  2. κοὐ ψευδόφημα· χὤ τι χρὴ ποιεῖν λέγε.
Οἰδίπους
  1. ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοι
  2. γήρως ἄλυπα τῇδε κείσεται πόλει.
  3. χῶρον μὲν αὐτὸς αὐτίκʼ ἐξηγήσομαι,
  4. ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.
  5. τοῦτον δὲ φράζε μή ποτʼ ἀνθρώπων τινί,
  6. μήθʼ οὗ κέκευθε μήτʼ ἐν οἷς κεῖται τόποις·
  7. ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε
  8. δορός τʼ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ.
  9. ἃ δʼ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ,
  10. αὐτὸς μαθήσει, κεῖσʼ ὅταν μόλῃς μόνος·
  11. ὡς οὔτʼ ἂν ἀστῶν τῶνδʼ ἂν ἐξείποιμί τῳ
  12. οὔτʼ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως.
  13. ἀλλʼ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος