Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;
Πολυνείκης
  1. εἰ χρή, θανοῦμαι.
Ἀντιγόνη
  1. μὴ σύ γʼ, ἀλλʼ ἐμοὶ πιθοῦ.
Πολυνείκης
  1. μὴ πεῖθʼ ἃ μὴ δεῖ.
Ἀντιγόνη
  1. δυστάλαινά τἄρʼ ἐγώ, εἴ σου στερηθῶ.
Πολυνείκης
  1. ταῦτα δʼ ἐν τῷ δαίμονι
  2. καὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δʼ οὖν ἐγὼ
  3. θεοῖς ἀρῶμαι μή ποτʼ ἀντῆσαι κακῶν·
  4. ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.
Χορός
  1. νέα τάδε νεόθεν ἦλθέ μοι
  2. κακὰ βαρύποτμὰ παρʼ ἀλαοῦ ξένου,
  3. εἴ τι μοῖρα μὴ κιγχάνει.
  4. μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
  5. ὁρᾷ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,
  6. τὰ δὲ παρʼ ἦμαρ αὖθις αὔξων ἄνω.
  7. ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.
Οἰδίπους
  1. ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
  2. τὸν πάντʼ ἄριστον δεῦρο Θησέα πόροι;
Ἀντιγόνη
  1. πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ ᾧ καλεῖς;
Οἰδίπους
  1. Διὸς πτερωτὸς ἥδε μʼ αὐτίκʼ ἄξεται