Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντʼ ἐμὲ
- οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.
- ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
- μαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;
- χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα.
- οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων
- τὰ τοῦδʼ ἕπεσθαι τἀνδρός, οἷʼ ἐθέσπισεν;
- οὐκ ἀγγελοῦμεν φλαῦρʼ· ἐπεὶ στρατηλάτου
- χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.
- οὕτως ἄρʼ, ὦ παῖ, ταῦτά σοι δεδογμένα;
- καὶ μή μʼ ἐπίσχῃς γʼ· ἀλλʼ ἐμοὶ μὲν ἥδʼ ὁδὸς
- ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
- πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδʼ ἐρινύων·
- σφῷν δʼ εὖ διδοίη Ζεύς, τάδʼ εἰ θανόντι μοι
- τελεῖτʼ, ἐπεὶ οὔ μοι ζῶντί γʼ αὖθις ἕξετον.
- μέθεσθε δʼ ἤδη χαίρετόν τʼ· οὐ γάρ μʼ ἔτι
- βλέποντʼ ἐσόψεσθʼ αὖθις.
- ὦ τάλαινʼ ἐγώ.
- μή τοί μʼ ὀδύρου.
- καὶ τίς ἄν σʼ ὁρμώμενον