Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καὶ μή μʼ ἐπίσχῃς γʼ· ἀλλʼ ἐμοὶ μὲν ἥδʼ ὁδὸς
- ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
- πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδʼ ἐρινύων·
- σφῷν δʼ εὖ διδοίη Ζεύς, τάδʼ εἰ θανόντι μοι
- τελεῖτʼ, ἐπεὶ οὔ μοι ζῶντί γʼ αὖθις ἕξετον.
- μέθεσθε δʼ ἤδη χαίρετόν τʼ· οὐ γάρ μʼ ἔτι
- βλέποντʼ ἐσόψεσθʼ αὖθις.
- ὦ τάλαινʼ ἐγώ.
- μή τοί μʼ ὀδύρου.
- καὶ τίς ἄν σʼ ὁρμώμενον
- εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;
- εἰ χρή, θανοῦμαι.
- μὴ σύ γʼ, ἀλλʼ ἐμοὶ πιθοῦ.
- μὴ πεῖθʼ ἃ μὴ δεῖ.
- δυστάλαινά τἄρʼ ἐγώ, εἴ σου στερηθῶ.