Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ταῦτα δʼ ἐν τῷ δαίμονι
- καὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δʼ οὖν ἐγὼ
- θεοῖς ἀρῶμαι μή ποτʼ ἀντῆσαι κακῶν·
- ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.
- νέα τάδε νεόθεν ἦλθέ μοι
- κακὰ βαρύποτμὰ παρʼ ἀλαοῦ ξένου,
- εἴ τι μοῖρα μὴ κιγχάνει.
- μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
- ὁρᾷ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,
- τὰ δὲ παρʼ ἦμαρ αὖθις αὔξων ἄνω.
- ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.
- ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
- τὸν πάντʼ ἄριστον δεῦρο Θησέα πόροι;
- πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ ᾧ καλεῖς;
- Διὸς πτερωτὸς ἥδε μʼ αὐτίκʼ ἄξεται